Skip to content

Chapter 13 · 14 of 15

Epistle to the Philippians

Greek — Lightfoot, 1889

Ἐγράψατέ μοι καὶ ὑμεῖς καὶ Ἰγνάτιος, ἵν᾽, ἐάν τις ἀπέρχηται εἰς Συρίαν, καὶ τὰ παῤ ὑμῶν ἀποκομίσῃ γράμματα: ὅπερ ποιήσω,ἐὰν λάβω καιρὸν εὔθετον, εἴτε ἐγώ, εἴτε ὄν πέμπω πρεσβεύσοντα καὶ περὶ ὑμῶν.

τὰς ἐπιστολὰς Ἰγνατίου τὰς πεμφθείσας ἡμῖν ὑπ’ αὐτοῦ καὶ ἄλλας, ὅσας εἴχομεν παῤ ἡμῖν, ἐπέμψαμεν ὑμῖν, καθὼς ἐνετείλασθε: αἵτινες ὑποτεταγμέναι εἰσὶν τῇ ἐπιστολῇ ταύτῃ, ἐξ ὧν μεγάλα ὠφεληθῆναι δυνήσεσθε. περιέχουσι γὰρ πίστιν καὶ ὑπομονὴν καὶ πᾶσαν οἰκοδομὴν τὴν εἰς τὸν κύριον ἡμῶν ἀνήκουσαν. ετ δε ιπσο λγνατιο ετ δε ηις, #3υι ξυμ εο συντ, #3υοδ ξερτιυς αγνοϝεριτις, σιγνιφιξατε.